# Ὁμίλαι 2.50

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.50

Κᾀγὼ αἰσθόμενος ἤδη τὴν ἐπίλυσιν ὑπομειδιῶν ἔφην· ὅτι προφήτης ἦν. καὶ ὁ Πέτρος ἔφη· εἰ οὖν ὁ προφήτης, ἄνθρωπος ὤν, οὐδὲν ἠγνόει, διὰ τὸ ἀπὸ Θεοῦ εἰληφέναι τὴν πρόγνωσιν, πῶς οὖν αὐτὸς ὁ δεδωκὼς ἀνθρώπῳ τὸ προγινώσκειν, Θεὸς ὥν, ἠγνόει; κᾀγὼ ἔφην· ὀρθῶς ἔφης. καὶ ὁ Πέτρος· ἔτι οὖν, ἔφη, εἰς αὐτὸ συνδιαπόρησόν μοι. ὡμολογημένου ἡμῖν ὅτι ὁ Θεὸς πάντα προγινώσκει, ἀνάγκη πᾶσα, τὰς λέγουσας αὐτὸν γραφὰς ἀγνοεῖν ψεύδεσθαι, τὰς δὲ γινώσκειν αὐτὸν λεγούσας ἀληθεύειν. κᾀγὼ ἔφην· ἀνάγκη οὕτως ἔχειν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
