# Ὁμίλαι 2.52

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.52

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· οὐκοῦν εὐλόγως οὔτε κατὰ τοῦ Θεοῦ πιστεύω, οὔτε κατὰ τῶν ἐν τῷ νόμῳ ἀναγραφέντων δικαίων, ἀσεβῶς φρονεῖν προλαμβάνων ὡς γὰρ πέπεισμαι, οὔτε Ἀδὰμ παραβάτης ἦν, ὁ ὑπὸ τῶν τοῦ Θεοῦ χειρῶν κυοφορηθείς· οὔτε Νῶε μέθυσος ἦν, ὁ ὑπὲρ πάντα τὸν κόσμον δίκαιος εὑρεθείς· οὔτε δὲ Ἀβραὰμ τρισὶν ἅμα συνῄει γυναιξίν, ὁ διὰ σωφροσύνην πολυτεκνίας καταξιωθείς· οὔτε Ἰακὼβ τετράσιν ἐκοινώνει, ὧν δύο καὶ ἀδελφαὶ ἐτύγχανον, ὅς δεκαδύο φυλῶν ὑπάρξας πατὴρ καὶ τὴν τοῦ διδασκάλου ἡμῶν παρουσίαν ἐσήμανεν ἐλθεῖν· οὐ Μωυσῆς φονεὺς ἦν, καὶ παρὰ ἱερέως εἰδώλου κρίνειν ἐμάνθανεν, ὁ παντὶ τῷ αἰῶνι τὸν τοῦ Θεοῦ νόμον προφητεύσας, καὶ δι᾽ ὀρθὴν φρόνησιν πιστὸς οἰκονόμος μαρτυρηθείς.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
