# Ὁμίλαι 2.7

Clemens Romanus, Ὁμίλαι, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/2.7

Πάντες μὲν οὖν ὅσοι ποτὲ ἐζήτησαν τὸ ἀληθές, τὸ δύνασθαι εὑρεῖν ἑαυτοῖς πιστεύσαντες, ἐνηδρεύθησαν. τοῦτο ὅπερ πεπόνθασιν καὶ οἱ τῶν Ἐλλήνων φιλόσοφοι, καὶ βαρβάρων οἱ σπουδαιότεροι. ἐκ στοχασμῶν γὰρ ἐπιβάλλοντες τοῖς ὁρατοῖς περὶ τῶν ἀδήλων ἀπεφήναντο, τὸ ὅπως ποτὲ παραστὰν αὐτοῖς, τοῦτο ἀληθὲς εἶναι νομίσαντες. ὡς γὰρ εἰδότες ἀλήθειαν, οἱ ἀλήθειαν ἔτι ζητοῦντες, τῶν παρισταμένων αὐτοῖς ὑπολήψεων ἃ μὲν ἀποδοκιμάζουσιν, ἅ δὲ κρατύνουσιν, ὥσπερ εἰδότες, μὴ εἰδότες ποῖα μέν ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ δογματίζουσιν περὶ ἀληθείας, οἱ ἀλήθειαν ἐπιζητοῦντες, οὐκ εἰδότες ὅτι ὁ ἀλήθειαν ζητῶν παρὰ τῆς αὑτοῦ πλάνης μαθεῖν αὐτὴν οὐ δύναται. οὔτε γὰρ, ὡς ἔφην, παρεστηκυῖαν αὐτὴν ἐπιγνῶναι δύναται, ἤν ἀγνοεῖ.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
