# Ὁμίλαι 3.11

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.11

Ὅθεν πρὸ πάντων εἰδέναι ὀφείλει, ὅτι οὐδαμόθεν αὐτὴν εὑρίσκει, εἰ μὴ ἄν ἀπὸ προφήτου ἀληθείας. προφήτης δὲ ἀληθής ἐστιν ὁ πάντα πάντοτε εἰδώς, ἔτι δὲ καὶ τὰς πάντων ἐννοίας, ἀναμάρτητος, ὡς περὶ Θεοῦ κρίσεως πεπληροφορημένος. διὸ ἡμεῖς ὀφείλομεν περὶ τῆς προγνώσεως αὐτοῦ μὴ ἁπλῶς διαλαμβάνειν, ἀλλ᾽ εἰ δύναται ἄνευ ἑτέρας προφάσεως συνεστάναι αὐτοῦ ἡ πρόγνωσις. ἃ γὰρ οἱ ἰατροὶ προλέγουσιν, ὑποβεβλημένην ὕλην ἔχοντες τοῦ νοσοῦντος τὸν σφυγμόν, καὶ οἱ μὲν πτηνά, οἱ δὲ θύματα, καὶ ἄλλοι ἄλλας ὕλας πολλὰς διαφόρους ὑποβεβλημένας ἔχοντες προλέγουσιν, καὶ προφῆται οὐκ εἰσίν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
