Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.15
Not analysed yet
Ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο προεφητεύσατο, ἀλλ᾽, ὡς φθάσας εἶπον, προφήτης ὤν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαῤῥηκὼς ἐξετίθετο, ὡς προέλεγον, σαφῶς, πάθη, τόπους, ἐμπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη· ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὅς οὐ μὴ καθαιρεθῇ· καὶ οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ καθαίρεσις ἀρχὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα, καὶ περιχαρακώσουσι, καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν. ὅμως καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ, ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν· ἵνα ἐφ᾽ ὧν ὁ λόγος ἐῤῥέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης.