Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.2
Not analysed yet
Γινώσκειν ὑμᾶς θέλω, ὅτι οἱ καθ᾽ ἡμετέραν πρόνοιαν συνόντες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες· Σίμων σήμερον ,καθὰ συνετάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν, μὴ τοῦτον εἶναι Θεὸν ἀνώτατον, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα ἐν αὐτοῖς, ἀλλ᾽ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον, ὡς ἐν ἀποῤῥήτοις ὄντα θεὸν θεῶν· ὃς δύο ἔπεμψε θεούς, ἀφ᾽ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς. καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν Θεόν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν, τὴν ὀρθὴν προσεκλύσει πίστιν.