Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.30
Not analysed yet
Στὰς οὖν, καὶ ἰδὼν μετὰ πολλῆς ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως· εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμοις ἔχουσιν δεξιὰς διδόναι τῇ τοῦ Θεοῦ ἀληθείᾳ, ἥν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς, τοῦ ἐν ὑπεροχῇ συμφέροντος ἀψευδὴς ὑπάρχων προφήτης, ταύτην ἡμῖν ἐνετείλατο προφάσει προσηγορίας πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη, εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν ἐκ τῶν ὁδῶν κονιορτόν, ὅν διὰ τοὺς καμάτους βαστάξαντες ἠνέγκαμεν πρὸς ὑμᾶς ὅπως σωθῆτε, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις.