# Ὁμίλαι 3.42

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.42

Καὶ ὁ Πέτρος· ὅτι ταῖς αὐτὸν κακῶς λεγούσαις φωναῖς τὰ ἐναντία γέγραπται, τοῦ εἵνεκεν οὐδ᾽ ὁπότερον βεβαιωθῆναι δύναται. καὶ ὁ Σίμων· πῶς οὖν τῶν γραφῶν τῶν μὲν αὐτὸν κακὸν λεγουσῶν, τῶν δὲ ἀγαθόν, τὸ ἀληθὲς ἔστιν ἐπιγνῶναι; καὶ ὁ Πέτρος ὅσαι τῶν γραφῶν φωναὶ συμφωνοῦσιν τῇ ὑπ᾽ αὐτοῦ γενομένῃ κτίσει, ἀληθεῖς εἰσιν, ὅσαι δὲ ἐναντίαι, ψευδεῖς τυγχάνουσιν. καὶ ὁ Σίμων ἔφη πῶς δύνασαι ἐναντιουμένας ἑαυταῖς δεῖξαι τὰς γραφάς; καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσεσθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγε τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ συμφώνως τῷ κτίσαντι αὑτὸν οἰκεῖα πᾶσιν τοῖς ζώοις ἐπιθεὶς ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὸν τὴν γυναῖκα αὑτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὑτοῦ πρὸς τὰς ἐσομένας πράξεις, ἅμα τῷ γεννηθῆναι, τὰ ὀνόματα ἐπιτέθεικεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὅ ἑρμηνεύεται ζῆλος, ὅς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὑτοῦ τὸν Ἀβὲλ, ὅ ἐρμηνεύεται πένθος· ἐπ᾽ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
