# Ὁμίλαι 3.43

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.43

Εἰ δὲ Ἀδὰμ ἔργον Θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός. καὶ ψεῦδός ἐστιν τὸ γεγράφθαι· ἐνεθυμήθη ὁ Θεός, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν. καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ εἰ ὑπομένει. καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, ὅσαι ποτὲ φωναὶ ἄγνοιαν αὐτοῦ καταλέγουσιν ἢ ἄλλο τι χαλεπὸν, ὑφ᾽ ἑτέρων φωνῶν τὰ ἐναντία λεγουσῶν ἀνασκευαζόμεναι ψευδεῖς εἶναι ἐλέγχονται. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτό, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος ᾧ ἄν δουλεύσωσιν κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὦδε μετὰ ἀποσκευῆς πολλῆς, σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης , τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
