Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.45
Not analysed yet
Τὸ δὲ θυσιῶν αὐτὸν μὴ ὀρεχθῆναι, φαίνεται ἐκ τοῦ τοὺς ἐπιθυμήσαντας κρεῶν ἅμα τῷ γεύσασθαι ἀναιρεθῆναι, καὶ χωσθέντας ἐπὶ τῷ τάφῳ βουνὸν ἐπιθυμιῶν προσαγορευθῆναι. ὁ δὲ τὴν ἀρχὴν ἐπὶ θύσει ζώων χαλεπαίνων, θύεσθαι αὐτὰ μὴ θέλων, θυσίας ὡς ἐπιθυμῶν οὐ προσέτασσεν, καὶ ἀπ᾽ ἀρχῆς οὐκ ἀπῄτει. ἄνευ γὰρ θύσεως ζώων οὔτε θυσίαι τελοῦνται, οὔθ᾽ αἱ ἀπαρχαὶ δοθῆναι δύνανται. πῶς δὲ σκότῳ καὶ γνόφῳ καὶ θυέλλῃ συνεῖναι δυνατὸν (καὶ γὰρ τοῦτο γέγραπται) τῷ καθαρὸν συστήσαντι οὐρανὸν, καὶ φῶς φαίνειν δημιουργήσαντι τὸν ἥλιον πᾶσιν, τοῖς ἀναριθμήτοις ἄστροις ἀμεταμέλητον ὁρίσαντι τῶν δρόμων τὴν τάξιν. οὕτως, ὢ Σίμων, τὸ τοῦ Θεοῦ χειρόγραφον, λέγω δὲ τὸν οὐρανόν, καθαρὰν καὶ βεβαίαν τὴν τοῦ πεποιηκότος δείκνυσιν γνώμην.