# Ὁμίλαι 3.48

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.48

Καὶ ὁ Σίμων· ἐπειδὴ τὰ περὶ Θεοῦ, ὡς ἔφης, ἐκ τῆς πρὸς τὴν κτίσιν παραβολῆς ἔστιν νοῆσαι, πῶς τὰ λοιπὰ ἐν τῷ νόμῳ, ἐκ παραδόσεως Μωϋσέως ὄντα καὶ ἀληθῆ τυγχάνοντα καὶ τοῖς ψευδέσιν μεμιγμένα ἐπιγνῶναί ἐστιν δυνατόν, καὶ ὁ Πέτρος ἔφη· περικοπή τις ἐν τῷ γραφέντι νόμῳ μετὰ τὴν τοῦ Θεοῦ πρόνοιαν ἀπταίστως ἐπεμνημονεύθη, ὥστ᾽ ἄν σαφῶς δεῖξαι τῶν γεγραμμένων ποῖά ἐστιν ἀληθῆ, ποῖα δὲ ψευδῆ. καὶ ὁ Σίμων· τίς ἐστιν αὕτη, μήνυσον ἡμῖν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
