# Ὁμίλαι 3.52

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.52

Ἐπεὶ οὖν οὐρανοῦ καὶ γῆς ἔτι συνεστώτων παρῆλθον θυσίαι, βασιλεῖαι, αἱ ἐν γεννητοῖς γυναικῶν προφητεῖαι καὶ τοιαῦτα, ὡς οὐκ ὄντα Θεοῦ προςτάγματα, ἔνθεν γοῦν λέγει· πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται. διὰ τοῦτο αὐτὸς ἀληθὴς ὤν προφήτης ἔλεγεν· ἐγώ εἰμι ἡ πύλη τῆς ζωῆς· ὁ δἰ ἐμοῦ εἰσερχόμενος εἰσέρχεται εἰς τὴν ζωήν· ὡς οὐκ οὔσης ἑτέρας τῆς σώζειν δυναμένης διδασκαλίας. δι᾽ ὅ καὶ ἐβόα λέγων· δεῦτε πρός με πάντες οἱ κοπιῶντες, τουτέστιν, οἱ τὴν ἀλήθειαν ζητοῦντες καὶ μὴ εὑρίσκοντες αὐτήν. καὶ πάλιν· τὰ ἐμὰ πρόβατα ἀκούει τῆς ἐμῆς φωνῆς. καὶ ἄλλοτε· ζητεῖτε καὶ εὑρίσκετε, ὡς μὴ προδήλως κειμένης τῆς ἀληθείας.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
