Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.53
Not analysed yet
Ἀλλὰ καὶ ἐξ οὐρανῶν μάρτυς φωνὴ ἠκούσθη λέγουσα· οὗτός ἐστίν μου ὁ υἱὸς ὁ ἀγαπητὸς, εἰς ὅν εὐδόκησα, τούτου ἀκούετε. καὶ πρὸς τούτοις ἐπιπλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας, παρ᾽ ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών· πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἅ ὑμεῖς βλέπετε, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ ἀμὴν λέγω ὑμῖν, οὔτε εἶδον, οὔτε ἤκουσαν. ἔτι μὴν ἔλεγεν ἐγώ εἰμι περὶ οὗ Μωϋσῆς προεφήτευσεν εἰπών· προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἡμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὥσπερ καὶ ἐμέ, αὐτοῦ ἀκούετε κατὰ πάντα. ὅς ἂν δὲ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἀποθανεῖται.