Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.55
Not analysed yet
Τοῖς δὲ νομίζουσιν, ὡς αἱ γραφαὶ διδάσκεσιν, ὅτι ὁ θεὸς ὀμνύει, ἔφη· ἔστω ὑμῶν τὸ ναὶ, ναί, τὸ οὓ, οὔ. τὸ γὰρ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. καὶ τοῖς λέγουσιν ὅτι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπέθανον, ἔφη· οὐκ ἔστιν Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. τοῖς δὲ οἰομένοις ὅτι ὁ Θεὸς πειράζει, ὡς αἱ γραφαὶ λέγεσιν, ἔφη· ὁ πονηρός ἐστιν ὁ πειράζων, ὁ καὶ αὐτὸν πειράσας. τοῖς ὑπολαμβάνουσιν, ὅτι ὁ Θεὸς οὐ προγινώσκει, ἔφη· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ ἐράνιος ὅτι χρήζετε τούτων ἁπάντων, πρὶν αὐτὸν ἀξιώσητε. τοῖς δὲ πιστεύουσιν ,ὡς αἱ γραφαὶ λέγουσιν, ὅτι μὴ πάντα βλέπει, ἐν τῷ κρυπτῷ εὔχεσθε, εἶπε, καὶ ὁ πατὴρ ὑμῶν ὁ βλέπων τὰ κρυπτὰ ἀποδώσει ὑμῖν.