Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.59
Not analysed yet
Ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ τῶν ἀκροατῶν τὸν ὄχλον συνελθεῖν ἐποίησεν. ὁμῶς συνελθοῦσιν ἔφη· ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα, κηρῦξαι καὶ διδάξαι ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν σωθῆναι δυνηθῶσιν, προλαβοῦσα ἡ κακία αὐτῷ τῆς συζυγίας νόμῳ προαπέστειλεν Σίμωνα, ἵνα οἱ ἄνθρωποι, ἐὰν τοὺς πολλοὺς θεοὺς λέγειν παύσωνται, καταγνόντες τῶν ἐπὶ γῆς λεγομένων, ἐν οὐρανῷ πολλοὺς θεοὺς εἶναι νομίσουσιν· ἵνα μηδέποτε τὸ τῆς μοναρχίας τιμήσαντες καλὸν εἰς τὸ παντελὲς μετὰ κόλασιν ἀπόλωνται. καὶ τὸ δεινότατον, ἐπεὶ ἀληθὴς λόγος ἀπαράβλητον ἰσχὺν ἔχει, προλαμβάνων ταῖς διαβολαῖς πείθει αὐτοὺς αὐτό, μηδὲ τὴν ἀρχὴν ἀναδέξασθαί μου· μή πως ὁ διαβάλλων αὐτὸς τῷ ὄντι διάβολος ἐλεγχθῇ, καὶ ὁ ἀληθὴς λόγος ἀναδειχθεὶς πιστευθῆναι δυνηθῇ. χρὴ οὖν με ταχέως αὐτὸν ἐπικαταλαβεῖν, ἵνα μὴ ἡ διαβολὴ ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.