# Ὁμίλαι 3.6

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.6

Τοῦ ἑνὸς καὶ μόνου Θεοῦ τοῦ τὸν κόσμον πεποιηκότος καὶ ἡμᾶς κτίσαντος καὶ πάντα παρεσχηκότος τοιαύτη πέφυκεν φύσις, παντὸς ἤδη ποτὲ ἐντὸς ὅρῳ θεοσεβείας ὄντος, καὶ μὴ βλασφημοῦντος αὐτοῦ τὸ ἅγιον πνεῦμα, στοργῇ τῇ πρὸς αὐτὸν εἰς αὑτὸν φέρειν τὴν ψυχήν, ὑπ᾽ αὐτοῦ εἰς αὐτὴν ἔρωτος ἰδέᾳ. κἂν ἁμαρτωλὸς ᾖ, μετὰ τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν κολασθεῖσαν σώζεσθαι φύσιν ἔχει. εἰ δέ τις αὐτὸν ἀρνήσηται, ἢ ἑτέρως πως λόγῳ εἰς αὐτὸν ἀσεβήσῃ, ἕπειτα μετανοήσῃ, κολασθήσεται μὲν ἐφ᾽ ὧν εἰς αὐτὸν ἥμαρτεν, σωθήσεται δέ, ὅτι ἐπιστρέψας ἠγάπησεν. ἴσως δὲ ἡ τῆς εὐσεβείας ὑπερβολὴ καὶ τῆς ἱκεσίας ἢ καὶ τοῦ κολασθῆναι ἀπολυθήσεται, συγγνώμης τῆς ἁμαρτίας μετὰ τῆς μετανοίας δεδωκὼς τὴν ἄγνοιαν. οἱ δὲ μὴ μετανοήσαντες διὰ τῆς τοῦ πυρὸς κολάσεως καὶ τὸ τέλος ἕξουσιν, κἂν ἐν τοῖς λοιποῖς ἅπασιν ὁσιώτατοι ὦσιν· ἀλλ᾽ ὡς ἔφην, μεμετρημένου αἰῶνος τὸ πέμπτον πυρὶ αἰωνίῳ κολασθέντες ἀποσβεσθήσονται. εἶναι γὰρ εἰς ἀεὶ οὐκ ἔτι δύνανται οἱ εἰς τὸν ἀεὶ μόνον ἀσεβήσαντες Θεόν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
