Ancient Greek
Chapter 3
Clemens Romanus, Ὁμίλαι 3.63
Not analysed yet
Τίνα δὲ ἄλλον αἱρήσομαι τῶν παρόντων, ἢ Ζακχαῖον, πρὸς ὅν καὶ ὁ κύριος εἰσιὼν ἀνεπαύσατο, τοῦ σώζεσθαι κρίνας ἄξιον εἶναι; καὶ τοῦτο εἰπών, παρεστῶτι τῷ Ζακχαίῳ ἐπιβαλὼν τὴν χεῖρα, ἐβιάζετο ἐπὶ τὴν αὑτοῦ καθεσθῆναι καθέδραν. ὁ δὲ Ζακχαῖος προςπεσὼν τοῖς ποσὶν αὐτοῦ ἐδέετο, ὅπως τοῦ ἄρχειν αὐτὸν ἀπολύσῃ, μετὰ τοῦ ὑπισχνεῖσθαι καὶ λέγειν, ὅτι ὁπόσα ποτὲ χρὴ τὸν ἄρχοντα ποιεῖν, ποιήσω ,μόνον μοι τὸ ὄνομα τοῦτο μὴ ἔχειν χάρισαι· εὐλαβοῦμαι γὰρ τὸ τῆς ἀρχῆς ἐνδύσασθαι ὄνομα· πικροῦ γὰρ φθόνου καὶ κινδύνου γέμει.