# Ὁμίλαι 3.64

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.64

Καὶ ὁ Πέτρος ἔφη· εἰ τοῦτο εὐλαβῇ, ἄρχων μὲν μὴ καλοῦ, ἀλλ᾽ ὁ καθεστώς, τοῦτο τοῦ κυρίου δεδωκότος λέγεσθαι, τῷ εἰπεῖν· μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ. εἰ δὲ παντελῶς οὐ θέλεις γνωσθῆναι ὅτι ἐξουσίαν διοικήσεως ἔχεις, ἀγνοεῖν μοι ἔοικας, ὅτι ἡ ὁμολογουμένη τοῦ προκαθεζομένου ἐξουσία πολύ τι δύναται πρὸς δυσωπίαν τοῦ πλήθους. ὡς γὰρ εἰληφότι ἐξουσίαν ἕκαστος πείθεται, ὡς μεγάλην ἀνάγκην τὴν συνείδησιν ἔχων. τί δὲ οὐχὶ καὶ ἀσφαλῶς γινώσκεις, ὅτι οὐχ ὡς οἱ ἄρχοντες τῶν ἐθνῶν ἄρχειν ἔχεις, ἀλλ᾽ ὡς δοῦλος, αὐτοῖς ὑπηρετῶν, ὡς πατὴρ ἀδικουμένοις, ὡς ἰατρὸς ἐπισκεπτόμενος, ὡς ποιμὴν φυλάσσων, συνελὼν ἐρῶ, τὰς πάσας ὑπὲρ τῆς αὐτῶν σωτηρίας φροντίδας ἔχων; ὅτι οἴει ἀγνοεῖν με, οἵους καμάτους ἀναδέξασθαί σε βιάζομαι, ὑπὸ ὄχλων κρίνεσθαί σε ἀξιῶν, οἷς ἀρέσαι τινὰ ἀμήχανον; Θεὸν δὲ εὖ πράττοντα πείθειν δυνατώτατον. διὸ δέομαι προθύμως ἀναδέξασθαι, διὰ Θεόν, διὰ Χριστόν, ὑπὲρ τῆς ἀδελφῶν σωτηρίας, ὑπὲρ τῆς αὐτῶν οἰκονομίας καὶ σῆς ὠφελείας.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
