# Ὁμίλαι 3.72

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.72

Καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· Δέσποτα καὶ κύριε τῶν ὅλων, ὁ πατὴρ καὶ Θεός, σὺ διαφύλαξον ποιμένα μετὰ ποίμνης. σὺ ἡ πρόφασις, σὺ ἡ δύναμις. ἡμεῖς τὸ βοηθούμενον, σὺ ὁ βοηθὸς, ὁ ἰατρὸς, ὁ σωτὴρ, τὸ τεῖχος, ἡ ζωὴ, ἡ ἐλπὶς, ἡ καταφυγὴ, ἡ χαρὰ, ἡ προσδοκία, ἡ ἀνάπαυσις· συνελὼν ἐρῶ· σὺ ἡμῖν τὰ πάντα· πρὸς αἰώνιον ὕπαρξιν σωτηρίας συνέργησον, ῥῦσαι, φύλαξον. πάντα δύνασαι. σὺ γὰρ ἄρχων ἀρχόντων, καὶ κύριος κυρίων, δεσπότης βασιλέων. σὺ δὸς ἐξεσίαν τῷ προκαθεζομένῳ, λύειν ἃ δεῖ λύειν, καὶ δεσμεῖν ἃ δεῖ δεσμεῖν. σὺ σόφισον· σὺ ὡς δι᾽ αὐτοῦ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σου ὡς καλὴν νύμφην διαφύλαξον. σοῦ γάρ ἐστιν δόξα αἰώνιος, ὕμνος, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας. Ἀμήν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
