# Ὁμίλαι 3.73

Clemens Romanus, Ὁμίλαι, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/3.73

Καὶ ταῦτα εἰπὼν μετὰ ταῦτα ἔφη· ὅσοι ποτὲ βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε, καὶ καθ᾽ ἡμέραν χειροθετεῖσθε, καὶ περὶ ὧν θέλετε πυνθάνεσθε. ἔτι γὰρ ἡμερῶν δέκα ὑμῖν ἐπιμεῖναι θέλω. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη· μέλλων ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ᾽ ἡμέρας ἑπτὰ βούλομαι ἐξ αὐτῆς ὑμᾶς ἀπελθόντας, παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰέστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας, παρ᾽ αὐτῆς τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς γράψαι μοι. πολὺ γάρ μοι συμβάλλεται, ἵνα πρὸς αὐτὸ ἁρμόσωμαι. διὸ ἐξ αὐτῆς πορεύεσθε μετ᾽ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν, εἰς Τύρον αὐτὸν προήξαμεν τῆς Φοινίκης.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
