Ancient Greek
Chapter 4
Clemens Romanus, Ὁμίλαι 4.1
Not analysed yet
Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης, ἅμα Νικήτης καὶ Ἀκύλας, εἰς Τύρον τῆς Φοινίκης εἰσέβαλλον, καὶ κατ᾽ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης· ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο, καὶ πολλῇ μὲν τῇ πρὸς μὲ τιμῇ ἀγωνιῶσα, στοργῇ δὲ τῇ πρὸς Ἀκύλαν καὶ Νικήτην, διὰ χαρὰν ὡς συνήθης παῤῥησιαζομένη ἐφιλοφρονεῖτο, καὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἡμᾶς δεκτικῶς κατήπειγεν. συνιδὼν οὖν ὅτι βραχεῖαν ἡμῖν ὑπέρθεσιν ποιεῖσθαι ἐπέτρεπεν, ὀρθῶς μέν, ἔφην, ποιεῖς, ἐπισπεύδουσα τὰ τῆς ἀγάπης ἀποπληροῦν μέρη. προτιμητέος δὲ ταύτης ὁ πρὸς τὸν Θεὸν ἡμῶν φόβος. δέδιμεν γὰρ ὑπὲρ πολλῶν ψυχῶν τὸν ἀγῶνα ἔχοντες τῆς ἐκείνων σωτηρίας προτιμᾶν τὴν ἡμετέραν ἀνάπαυσιν.