Ancient Greek
Chapter 4
Clemens Romanus, Ὁμίλαι 4.14
Not analysed yet
Οὗτος ὁ λόγος, εἰ καὶ μῦθος ὤν τυγχάνει, εὐσεβής γε ὤν οὐκ ἀσύμφορος ἄν εἴη τῷ βίῳ. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου Θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει. εἰ δὲ καὶ ἀληθὴς εἴη ὁ λόγος ,ἀπήλλαξε μὲν τὸν σωφρόνως βεβιωκότα τῆς αἰωνίου κολάσεως, προσευεργέτηκεν δὲ τοῖς ὑπὸ τοῦ Θεοῦ ἀϊδίοις τε καὶ ἀποῤῥήτοις γιγνομένοις ἀγαθοῖς.