# Ὁμίλαι 4.18

Clemens Romanus, Ὁμίλαι, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/4.18

Διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ᾽ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι᾽ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῇ οὔσῃ τῇ ψυχῇ τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὑτῶν συμφύουσι νοῦν. ὅθεν ἐπαυξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἔστι τὰ ἐνεῤῥιζωμένα ἀσεβήματα, ὁπότ᾽ ἂν ἀνδρωθεῖσιν αὐτοῖς χαλεπὰ εἶναι νοῆται. ἐν οἷς γὰρ ἕκαστος ἐκ παίδων ἐθίζεται, τούτοις ἐμμένειν ἥδεται, καὶ οὕτως, τῆς συνηθείας οὐ πολὺ ἔλαττον πρὸς τὴν φύσιν δυναμένης, δυσμετάβλητοι γίνονται πρὸς τὰ μὴ ἀπ᾽ ἀρχῆς αὐτοῖς καταβληθέντα τῇ ψυχῇ καλά.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
