# Ὁμίλαι 4.20

Clemens Romanus, Ὁμίλαι, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/4.20

Τινὲς δὲ τῶν παρ᾽ αὐτοῖς καὶ φιλοσόφοι εἶναι ἀξιοῦντες τὰ τοιαῦτα ἁμαρτήματα ἀδιάφορα τίθενται, καὶ τοὺς ἐπὶ ταῖς τοιαύταις πράξεσιν χαλεπαίνοντας ἀνοήτους λέγουσιν. οὐ γάρ ἐστιν, φασί, τὰ τοιαῦτα τῇ φύσει ἁμαρτήματα, ὅσα θετοῖς ἀπηγόρευται νόμοις ὑπὸ τῶν κατ᾽ ἀρχὰς γενομένων σοφῶν, διὰ τὸ εἰδέναι, ὅτι οἱ ἄνθρωποι εὐριπίστῳ ψυχῇ ἐπὶ τοῖς τοιούτοις μεγάλως ἀχθόμενοι πρὸς ἀλλήλους πόλεμον αἴρονται. ὧν ἕνεκα νόμον θέντες οἱ σοφοὶ τὰ τοιαῦτα ὡς ἁμαρτήματα ἀπηγόρευσαν. γελοῖον δὲ οὕτως ὑπολαμβάνειν. πῶς γὰρ οὐχ ἁμαρτήματά εἰσιν τὰ θορύβων καὶ φόνων καὶ πάσης ταραχῆς αἴτια; ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ καὶ ἄλλα πλείω κακά;

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
