# Ὁμίλαι 4.21

Clemens Romanus, Ὁμίλαι, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/4.21

Ἀλλὰ διὰ τί, φησίν, ὁ ἀνὴρ ἐὰν ἀγνοῇ τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην, οὐ ζηλοῖ, οὐ θυμοῦται, οὐ θορυβεῖ, οὐ πολεμεῖ; οὕτως οὐκ ἔστιν τῇ φύσει τὰ τοιαῦτα κακά, ἀλλ᾽ ἡ ἄλογος ἀνθρώπων δόκησις ταῦτα δεινοποιεῖ. ἐγὼ δέ φημι, ὅτι κἄν μὴ τὰ δεινὰ ταῦτα συμβαίνῃ, ἐνδέχεται συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν· καὶ ἀποδημοῦντος τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ, διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον, τὸ κατὰ γαστρὸς φθεῖραι θελῆσαι, καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συμφθαρῆναι· εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ καταλείπει βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ, καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ ὧνπερ ἄν ψαύσῃ, τῆς ἀφανεστάτης λύσσης μεταδιδούς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν, κἄν ἀγνοῆται, τῆς διαδοχῆς τὴν ἐκκοπὴν ἐξεργάζεται.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
