Ancient Greek
Chapter 4
Clemens Romanus, Ὁμίλαι 4.24
Not analysed yet
Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Ἰουδαίοις σε προσομιλοῦντα, ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κᾀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη ἄχρηστα ὁμιλίαι καλαί. καὶ ὁ Ἀππίων ἔφη· σήμερον πεπληροφορήμην τὴν σὴν ἐπιγνῶναι ἔνστασιν· διό σοι πρώτῳ εἰπεῖν συνεχωρήσαμεν. αὔριον δὲ ἐνταῦθα, εἴ σοι φίλον ἐστίν, ἐπὶ τῶν αὐτῶν φίλων συνελθόντων ἀποδείξω, ὅτι οἱ θεοὶ ἡμῶν οὔτε μοιχοὶ ὄντες τυγχάνουσιν, οὔτε φονεῖς, οὔτε παίδων φθορεῖς, οὐκ ἀδελφαῖς ἢ θυγατράσιν πλησιάσαντες· ἀλλ᾽ οἱ ἀρχαῖοι τὰ μυστήρια μόνους τοὺς φιλομαθεῖς εἰδέναι θέλοντες μύθοις οἷς εἴρηκας αὐτὰ προεκάλυψαν. Ζῆνα γὰρ τὴν ζέουσαν οὐσίαν εἶναι φυσιολογοῦσιν, Κρόνον δὲ τὸν χρόνον, καὶ Ῥέαν τὴν ἀεὶ ῥέουσαν τοῦ ὕδατος φύσιν. πλὴν ὡς ὑπεσχόμην, αὔριον τὸ καθ᾽ ἕκαστον εἶδος ἕωθεν ὑμῖν συνελθοῦσιν ἀλληγορήσας τὴν τῶν ὄντων ἀλήθειαν ἐκφανῶ. κᾀγὼ πρὸς ταῦτα ἔφην· αὔριον, ὡς ὑπέσχου ,οὕτως ποίησον· ἤδη δὲ ἐντεῦθεν καὶ πρὸς αὐτά, ἃ μέλλεις λέγειν, ἄκουσον.