Ancient Greek
Chapter 4
Clemens Romanus, Ὁμίλαι 4.5
Not analysed yet
Ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. οὐδὲ γὰρ ἐνδοιάζει τις περὶ ὧν ἐκεῖνος ἐπαγγέλλεται, ἀλλὰ τοῦτο οὕτως ἔχειν διαβεβαιοῦται ἕκαστος. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχειρῆσαι πρὸς αὐτόν, πρὶν ἄν Πέτρος ἔλθῃ, ὅς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν ,τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητής, ἀνταγωνίσασθαι. τοσοῦτον γὰρ πεφόβημαι τὸν ἄνδρα, ὡς εἰ μὴ καὶ ἄλλοτε πρὸς τὸν κύριόν μου Πέτρον διαλεχθεὶς τὸ ἧττον ἀπηνέγκατο, συνεβούλευσα ἄν ὑμῖν καὶ αὐτὸν πείθειν τὸν Πέτρον, μὴ πειρᾶσθαι ἀντεξετάζεσθαι τῷ Σίμωνι.