Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.1
Not analysed yet
Τῇ μὲν οὖν ἐν Τύρῳ ἐπιούσῃ ἡμέρᾳ, καθὰ συνεταξάμεθα, εἰς τὸν ἡσύχιον τόπον ἐλθὼν, τοὺς μὲν ἑτέρους μετά τινων καὶ ἄλλων ἰδὼν καὶ προσαγορεύσας, Ἀππίωνα δὲ μὴ ἑωρακὼς ,ἠρόμην τοῦ μὴ παρεῖναι ἐκεῖνον τὴν αἰτίαν. καί τις ἔφη, δυσαῤῥώστως αὐτὸν ἀπ᾽ αὐτῆς ἑσπέρας ἐσχηκέναι τὸ σωμάτιον. ἐμοῦ δὲ φήσαντος, εὔλογον εἶναι παραχρῆμα ὁρμήσαντας ἐπισκέψασθαι αὐτὸν ,σχεδὸν οἱ πάντες ἠξίουν πρότερον διαλεχθῆναί με αὐτοῖς, εἶθ’ οὕτως κᾀκεῖνον ἐπισκέψασθαι αὐτόν. μιᾶς οὖν πάντων γνώμης γενομένης, λέγειν ἠρξάμην.