Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.13
Not analysed yet
Ἔτι δὲ μίγνυται ἀδελφῇ τῇ ἐξ Θὐρανοῦ καὶ Θαλάσσης αὐτῷ γενομένῃ ἀπὸ τῆς Κρόνου ἐκτομῆς, Ἔρως καὶ Κύπρις, ἥν καὶ Δωδώνην λέγουσιν· μίγνυται δὲ καὶ Ἀντιόπῃ τῇ Νυκτέως, σατύρῳ παρεικασμένος, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος γεγόνασιν. Ἀλκμήνῃ τῇ Ἀμφιτρύωνος γυναικὶ συνέρχεται, ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι τᾷ γεγαμηκότι, ἐξ ἧς Ἡρακλῆς ἐγένετο. καὶ Αἰγίνῃ τῇ Ἀσκληπιοῦ πλησιάζει, γενόμενος ἀετός, ἐξ ἧς Αἰακὸς τίκτεται. Ἀμαλθείᾳ δὲ τῇ Φώκου ὁμοιωθεὶς ἄρκτῳ συνευνάζεται. καὶ Δανάῃ τῇ Ἀκρισίου χρυσὸς ἐπεῤῥύη, ἐξ ἧς Περσεὺς ἀνέπτη. Καλλιστοῖ τῇ Λυκάονος ἠγριώθη λέων, καὶ ἄλλον τίκτει Ἀρκάδα. Ἐυρώπῃ τῇ Φοίνικος διὰ ταύρου συνῆλθεν, ἐξ ἧς Μίνως καὶ Ῥαδάμανθυς καὶ Σαρπηδὼν ἐξέφυσαν. Εὐρυμεδούσῃ τῇ Ἀχελῴου, μύρμηξ γενόμενος, ἐξ ἧς Μυρμιδών. Ἑρσαίου νύμφῃ, γενόμενος γύψ, ἐξ ἧς οἱ ἐν Σικελίᾳ πάλαι σοφοί. Εἴμᾳ τῇ γηγενεῖ ἐν Ῥόδῳ διὰ ὄμβρου συνῆλθεν, ἐξ ἧς Παργαῖος, Κρόνιος, Κῦτος. καὶ Ὁσπίαν ἐνύμφευσεν, ὁμοιωθεὶς τῷ γήμαντι Φοίνικι, ἐξ ἧς Ἀγχίνοος αὐτῷ ἐξέφυ· Νεμούσει τῇ Θεστίου, τῇ καὶ Λήδᾳ νομισθείσῃ, κύκνος ἢ χὴν γενόμενος Ἐλένην ἐτεκνώσατο, καὶ αὖθις ἀστὴρ γενόμενος Κάστορα καὶ Πολυδεύκην ἐξέφηνεν. Λαμίᾳ ἐπεμορφώθη ἔποψ.