# Ὁμίλαι 5.17

Clemens Romanus, Ὁμίλαι, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/5.17

Λόγισαι γάρ μοι, πόσας ἠμείψαντο ἐρωμένας, ὧν τὰς μὲν κατηστέρισαν, τινῶν δὲ καὶ τέκνα καὶ συνεργοὺς εὐηργέτησαν. αὐτίκα γοῦν Ζεὺς κατηστέρισεν Καλλιστώ, τὴν λεγομένην ἄρκτον μικράν, ἣν καὶ κυνὸς οὐρὰν προσαγορεύεσίν τινες. Ποσειδῶν Δελφῖνα διὰ τὴν Ἀμφιτρίτην ἐνέταξεν τῷ οὐρανῷ. καὶ Ὠρίωνα, τὸν Εὐρυάλης τῆς Μίνω , δι᾽ Εὐρυάλην τὴν μητέρα τῶν ἄστρων κατηξίωσεν. Διόνυσος τὸν Ἀριάδνης στέφανον. Ζεὺς τὸν ἀετὸν συνεργήσαντα ἐπὶ τῇ Γανυμήδους ἁρπαγῇ, καὶ αὐτὸν τὸν Γανυμήδην ἐν Ὑδροχόου τιμῇ ἔταξεν· καὶ ταῦρον δι᾽ Εὐρώπην ἐτίμησεν. ἀλλὰ καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην Λήδᾳ χαριζόμενος ἐποίησεν ἀστέρας· καὶ Περσέα διὰ Δανάην καὶ Ἀρκάδα διὰ Καλλιστώ· παρθένον τὴν καὶ Δίκην διὰ Θέμιν· Ἡρακλέα διὰ Ἀλκμήνην. καὶ ἐκέτι μηκύνω πλέον· μακρὸν δὲ τὸ κατ᾽ εἶδος λέγειν, ὅσους ἄλλους διὰ πολλὰς ἐρωμένας εὐεργετήκασιν οἱ θεοὶ ταῖς πρὸς ἀνθρώπους κοινωνίαις, ἃς οἱ ἀνόητοι ὡς κακὰς πράξεις ἀπαγορεύουσιν, οὐκ εἰδότες ὅτι ἡδονή ἐστιν ἡ μεγάλη ἐν ἀνθρώποις ἀπόλαυσις.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
