# Ὁμίλαι 5.2

Clemens Romanus, Ὁμίλαι, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/5.2

Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυνάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν, καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα, καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους, καὶ μηθὲν τέλειον εὑρεῖν δύναμενος, ὑπὸ τῆς ἀνοίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ρώμῃ, πατρικὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοί, καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται, ὡς ἰατρικῆς οὐκ ἀμύητος, καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι᾽ ἀπεχθείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ᾽ αὐτῶν ἀναγεγραφέναι· καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὴν εἰς φιλίαν προσιέμενον· ἀλλ᾽ ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοϊουδαῖόν τε ὄντα καὶ κατὰ Ἰουδαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσοικειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ᾽ αὐτοῦ μανθάνειν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
