Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.21
Not analysed yet
Θαυμάζω πῶς ἐπὶ σοφίᾳ με ἐπαινέσας ὡς ἀνοήτῳ γράφεις. εἰς γὰρ σὸν πάθος πεῖσαί με θελήσας ἐκ τῶν περὶ τοὺς θεοὺς μυθολογημάτων ἐποιήσω τὰ παραδείγματα, ἔρωτα τὸν πάντων πρεσβύτατον, ὡς ἔφης, ἐπιθεὶς πάντων θεῶν καὶ ἀνθρώπων, βλασφημῆσαι μὴ φοβηθείς, ὅπως τὴν ἐμὴν φθείρῃς ψυχὴν, καὶ τὸ ἐμὸν σῶμα περιυβρίσῃς. ἔρως γὰρ θεῶν οὐκ ἔστιν ἀρχηγέτης, ὁ ἐν ταῖς ἐπιθυμίαις. εἰ γὰρ ἑκὼν ἐπιθυμεῖ, αὐτός ἐστιν ἑαυτοῦ πάθος καὶ κόλασις, καὶ θεὸς οὐκ ἄν εἴη ὁ πάσχων ἑκών· εἰ δὲ ἄκων ἐρᾷ τῆς μίξεως, καὶ τὰς ἡμετέρας διερχόμενος ψυχὰς, ὥσπερ δἰ ὀργάνων τῶν ἡμετέρων σωμάτων εἰς τὰς τῶν νοητῶν φέρεται συνουσίας, ὁ τοῦτον ἐρᾷν ποιῶν καὶ φέρων μείζων αὐτοῦ τυγχάνει· καὶ πάλιν αὐτοῦ ἐκείνου τοῦ φέροντος ἑτέρῳ πόθῳ φερομένου, μείζων ἄλλος ὁ φέρων ἐκεῖνον εὑρίσκεται· καὶ εἰς ἀπέραντον ἐπαναφορὰν τῶν ἐρώντων γίνεται, ὅ ἐστιν ἀδύνατον. οὕτως οὐκ ἔστιν οὔτε ὁ φέρων, οὔτε ὁ φερόμενος, ἀλλ᾽ αὐτοῦ τοῦ ἐρῶντος τὸ ἐπιθυμητικόν ἐστιν πάθος, ἐλπίδι αὐξόμενον καὶ ἀπογνώσει μειούμενον.