Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.23
Not analysed yet
Οὐκ ἄρα ἦσαν θεοὶ, ἀλλὰ τυράννων αἰνίγματα. Κρόνου γὰρ ἐν τοῖς Καυκασίοις ὄρεσιν, οὐκ ἐν οὐρανῷ, ἀλλ᾽ ἐν γῇ τάφος τις δείκνυται, ἀνδρὸς ἀγρίου καὶ τεκνοβόρου. ἀλλὰ καὶ τοῦ ἀσελγοῦς Διὸς, τοῦ μυθικοῦ, τοῦ ὁμοίως τὴν θυγατέρα Μῆτιν καταπιόντος, ἐν Κρήτῃ θεωρεῖται τάφος· καὶ ἐν τῇ Ἀχερουσίᾳ δὲ λίμνῃ Πλούτωνος καὶ Ποσειδῶνος· Ἡλίου δὲ ἐν Ἄστροις καὶ Σελήνης ἐν Καρκοῖς Ἑρμοῦ δὲ ἐν Ἑρμουπόλει· Ἄρεως ἐν Θρᾴκῃ· Ἀφροδίτης ἐν Κύπρῳ· Διονύσου ἐν Θήβαις· καὶ τῶν ἄλλων ἐν ἄλλοις τόποις. πλὴν φαίνονται αὐτῶν τῶν λεχθέντων θεῶν οἱ τάφοι. ἄνθρωποι γὰρ ἦσαν, καὶ ταῦτα μοχθηροὶ καὶ μάγοι. οὐδὲ γὰρ ἄλλως μονοκράτορες ἐγεγόνεισαν, Ζεὺς λέγω ὁ μυθικὸς καὶ Διόνυσος, εἰ μὴ τῇ μεταμορφώσει ὧν ἤθελον ἐπεκράτουν εἰς ὅπερ αὐτοὶ ἤθελον.