Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.3
Not analysed yet
Ταῦτα ἐγὼ προϊδὼν περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιητῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη· τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τις σου τῆς ψυχῆς ἡ νόσος. ἐμοῦ δὲ προςποιητῶς πάλιν ἀναστενάξαντος, ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν, περὶ οὗ ἤθελον ἐνδείκνυσθαι, παρεῖχον τὴν ὑπόνοιαν· ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· οὐδέν ἐστιν ἐν τῷ βίῳ, βοηθείας τυχεῖν μὴ δυνάμενον. καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτὴν τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ᾽ οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον· καὶ ὅμως περιτυχών τινι Αἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖχεν πρὸς πᾶν ὅ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρός με φιλοτιμέμενος καὶ τὴν ἐπαοιδὴν, δι᾽ ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνησεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως, πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ, καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος.