# Ὁμίλαι 5.7

Clemens Romanus, Ὁμίλαι, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/5.7

Καὶ ὁ Ἀππίων ἔφη· οὐ δοκεῖ σοι τἀυτὸν εἶναι, εἴτε μαγείᾳ αὐτῆς ἐπιτυχών, εἴτε παίσας λόγοις; κᾀγὼ ἔφην· οὐ πάντως ὅμοιον· πολὺ γὰρ ἀφέστηκεν ἀλλήλων ἑκάτερον· ὁ μὲν γὰρ ἄκουσαν γυναῖκα τῇ τῆς μαγείας βίᾳ ἐπαναγκάσας, ὡς ἐπιβουλεύσας σώφρονι, χαλεπωτάτην ὑπέχει τὴν δίκην, ὁ δὲ λόγῳ πείσας, καὶ ἐπὶ τῇ αὐτῆς ἐξουσίᾳ καὶ βουλῇ ποιησάμενος τὴν αἵρεσιν, οὐκ ἐβιάσατο. ἧττον δὲ οἶμαι κολασθήσεσθαι τὸν πεπεικότα τοῦ βιασαμένου· τοιγαροῦν εἰ μὲν πεῖσαι δύνασαι, χάριν ἕξω ἐπιτυχών, ἄλλως δὲ ἥδιόν μοι τεθνάναι μᾶλλον, ἢ τὴν μὴ βουλομένην βιαίως ἐπαναγκάσαι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
