Ancient Greek
Chapter 5
Clemens Romanus, Ὁμίλαι 5.8
Not analysed yet
Καὶ ὁ Ἀππίων ἀληθῶς διαπορῶν ἔφη· τί με χρὴ πρός σε λέγειν; ποτὲ μὲν γὰρ ὡς ὑπὸ ἔρωτος ἐνοχλούμενος εὔχῃ ἐπιτυχεῖν, ποτὲ δὲ ὡς οὐκ ἐρῶν τῆς ἐπιθυμίας προτιμᾷς τὸν φόβον, καὶ οἴει πείσας μὲν ὡς ἀναμάρτητος ἔσεσθαι ἀνεύθυνος, βίᾳ δὲ τῇ τῆς μαγείας ἐπιτυχὼν ὑφέξειν δίκην. ἀλλ᾽ ἀγνοεῖς ὡς τὸ τέλος παντὸς πράγματος κρίνεται, ὅτι γέγονεν ,οὐ τὸ πῶς γέγονεν δοκιμάζεται. καὶ σὺ δὲ ἐὰν μοιχεύσῃς οὐδήπου μαγείᾳ μὲν δυνηθείς, ὡς ἀσεβήσας κριθήσῃ, πείσας δὲ τῆς κατὰ τὴν μοιχείαν ἁμαρτίας ἀπολυθήσῃ; κᾀγὼ ἔφην· διὰ τὸ ἐρᾷν πάντως μοι προκειμένου τυχεῖν τῆς ἐρωμένης, ἀνάγκη μέν μοι ἑλέσθαι θάτερον, αἱρήσομαι δὲ οἷόν τε κολακεῦσαι μᾶλλον, ἢ μαγεῦσαι. ἀλλ᾽ οὐδὲ κολακείᾳ πείθειν αὐτὴν ῥᾴδιον· πάνυ γάρ ἐστιν ἡ γυνὴ φιλόσοφος.