# Ὁμίλαι 6.10

Clemens Romanus, Ὁμίλαι, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/6.10

Καὶ πάντα τὰ τοιαῦτα ὁμοίως τοιαύτην τινὰ ἀλληγορίαν ἔχοντα νόει μοι· Ἀπόλλωνα δὲ ἥλιον τὸν περιπολοῦντα εἶναι νόμιζε, γονὴν ὄντα τοῦ Διὸς, ὅν καὶ Μίθραν ἐκάλεσαν, ἐνιαυτοῦ συμπληροῦντα περίοδον. αὐταὶ δὲ αἱ μεταμορφώσεις τοῦ πανταχῇ διήκοντος Διὸς αἱ πολλαὶ νοείσθωσάν σοι τροπαί, τὰς δὲ μυρίας αὐτοῦ γυναῖκας ἐνιαυτοὺς ἢ γενεὰς ἐπινόει. ἀπ᾽ αὐτοῦ γὰρ τοῦ αἰθέρος ἡ διηνουμένη τὸν ἀέρα δύναμις, ἑκάστῳ ἐνιαυτῷ καὶ γενεᾷ συνουσιάζουσα, διαφόρως αὐτὸν τρέπει, καὶ οὕτως γεννᾷ ἢ φθείρει τὰ ὡραῖα. καὶ παῖδες μὲν λέγονται οἱ ὡραῖοι καρποί, αἱ δὲ πρὸς τοὺς ἄφρονας δείξεις αἱ κατ᾽ ἐνίους καιροὺς ἀκαρπίαι.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
