# Ὁμίλαι 6.11

Clemens Romanus, Ὁμίλαι, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/6.11

Ταῦτα τοῦ Ἀππίωνος ἀλληγοροῦντος, σύννους ὤν ἐγὼ ἔδοξα τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις μὴ παρακολουθεῖν. δἰ ὅ τὸν λόγον ἐγκόψας ἔφη μοι εἰ μὴ παρακολουθεῖς οἷς λέγω, τί καὶ τὴν ἀρχὴν διαλέγομαι; κᾀγὼ ἀπεκρινάμην μή με ὑπολάμβανε ἀναισθήτως ἔχειν τῶν ὑπό σου λεγομένων. πάνυ γὰρ αὐτὰ συνίημι, ἅτε δὴ οὐ πρῶτον αὐτῶν ἀκηκοώς. ἵνα δὲ γνῷς ὅτι οὐκ ἀγνοῶ τὰ ὑπό σου λεγόμενα, τὰ μέν σοι ῥηθέντα ἐπιτεμοῦμαι, τῶν δὲ παραλειφθέντων σοι κατ᾽ ἀκολουθίαν, ὡς παρ᾽ ἑτέρων ἤκουσα, ἀποπληρώσω τὰς ἀλληγορίας. καὶ ὁ Ἀππίων ἔφη· ποίησον οὕτως ὡς λέγεις.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
