# Ὁμίλαι 6.12

Clemens Romanus, Ὁμίλαι, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/6.12

Κᾀγὼ ἀπεκρινάμην· παρίημι νῦν ἐπ᾽ ἀκριβὲς λέγειν τὸ ἐκ τῆς ἀπείρου ὕλης κατ᾽ ἐπιτυχίαν κράσεως ἀποκυηθὲν ἔμψυχον ὠόν, οὗ ῥαγέντος κατά τινας ἀῤῥενόθηλυς ἐξέθορεν Φανής. καὶ πάντ᾽ ἐκεῖνα ἐπιτέμνομαι, μέχρις οὗ τὸ ῥαγὲν κύτος τὴν ἁρμονίαν ἔλαβεν, ὑπολειφθείσης αὐτοῦ μυελώδους ὕλης καὶ τὸν λόγον τῶν ὑπ᾽ αὐτῆς ἔνδοθεν γενομένων ἐπικεφαλαιῶν μετὰ τῶν ἀκολούθων ἐπιτρέχω. ἐγεννήθη γάρ, ὡς λέγεις, ἐκ Κρόνου καὶ Ῥέας, ὑπό τε χρόνου καὶ ὕλης, τὰ μὲν πρῶτα Πλούτων, ὡς κάτω παραχωρήσασα ὑποστάθμη δεύτερα δὲ Ποσειδῶν, ἥτις ἐστὶν ὑγρὰ οὐσία ἐπιπολάσασα τῇ κάτω ὁλκοτάτῃ φύσει. ἡ δὲ τρίτη ἀνωτάτη τε καὶ αἰθὴρ οὖσα, ὥσπερ ἐστὶν Ζεὺς, ἥτις οὐ κατεπόθη, ἀλλὰ θερμὴ οὖσα ἰσχὺς καὶ ἀνωφερῆ ἔχουσα τὴν φύσιν, ὥσπερ ὑπό τινος ῥιπῆς εἰς τὸν ἄνω ἡγεμονικώτατον ἀνέπτη αἰθέρα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
