Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.15
Not analysed yet
Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης· Ἀθηνᾶ ἡ ἀνδρεία· Ἀφροδίτη αἱ ἡδοναί. Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος· ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος, καὶ παραλιπὼν τὰ συμφέροντα, ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος, μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ᾽ αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ᾽ ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήψεται. Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἄν εἴη, ὅς ἐνίοτε καὶ τοὺς σώφρονας, ὥσπερ τὴν Ἥραν, πρὸς ῥᾳθυμίαν ἐφίσταται, καὶ τοὺς ἀνδρείους, ὥσπερ τὴν Ἀθηνᾶν, εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται, καὶ ψυχῆς κάλλος, ὥσπερ Ἀφροδίτην, προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος.