# Ὁμίλαι 6.2

Clemens Romanus, Ὁμίλαι, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/6.2

Τῶν πάλαι ἀνδρῶν οἱ σοφώτατοι, πᾶσαν ἀλήθειαν αὐτοὶ καμάτων μεμαθηκότες, τὲς ἀναξίους καὶ μὴ ὀρεγομένους θείων μαθημάτων ἀπεκρύψαντο τὴν ἐπιστήμην λαβεῖν. οὔτε γὰρ ἀπ᾽ Οὐρανοῦ καὶ τῆς μητρὸς αὐτοῦ Γῆς γεγόνασιν παῖδες δώδεκα, ὡς ὁ μῦθος καταριθμεῖ· ἄῤῥενες μὲν Ὠκεανὸς, Κοῖος, Κρῖος, Υπερίων, Ἰαπετός, Κρόνος· θήλειαι δὲ Θεὰ, Θέμις, Μνημοσύνη, Δημήτηρ, Τηθὺς, Ῥέα. οὔτε τῇ ἐξ ἀδάμαντος ἅρπῃ τὰ αἰδοῖα Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐκτεμών, ὥς φατε, εἰς βυθὸν ἀπέῤῥιψεν· ἀλλ᾽ οὐδ’ ἐκ τῆς ἀποτομῆς τοῦ Οὐρανοῦ σταγόνων ῥυέντος αἵματος ἡ Ἀφροδίτη ἐγένετο. οὐδ’ αὖ Κρόνος τῇ Ῥέᾳ μιγεὶς καὶ γεννήσας Πλούτωνα πρῶτον κατέπιεν, διά τινα Προμηθέως θεσμὸν δεδιώς, μήποτε γεννηθὲν ἐξ αὐτοῦ βρέφος, γενναιότερον αὐτοῦ γενόμενον, ἀφέληται αὐτὸν τῆς βασιλείας. οὐ τὸν Ποσειδῶνα δεύτερον γεννήσας ὁμοίως κατέπιεν. οὐ μετὰ τούτους τὸν Δία γεννηθέντα ἡ μήτηρ κατακρύψασα ἡ Ῥέα ἀπαιτήσαντι τῷ Κρόνῳ καταπιεῖν ἀντέδωκεν. οὐ καταποθεὶς τοὺς προκαταποθέντας θλίψας ἐξέωσεν, ὡς προελθεῖν πρῶτον μὲν τὸν πρῶτον καταποθέντα Πλούτωνα, ἐπ᾽ αὐτῷ Ποσειδῶνα, καὶ τρίτον τὸν Δία. οὐδέ γε, ὥς φασιν, μητρὸς προνοίᾳ διασωθεὶς ὁ Ζεὺς, καὶ εἰς οὐρανὸν ἀναβὰς, τὸν πατέρα τῆς βασιλείας καθεῖλεν. οὐ πατέρος ἀδελφοὺς ἐκόλασεν. οὐκ εἰς πόθον γυναικῶν θνητῶν κατῆλθεν. οὐκ ἀδελφαῖς ἢ θυγατράσιν, οὐκ ἀδελφῶν γυναιξὶν, οὐ παισὶν αἰχρῶς συνεγένετο. οὐδὲ Μῆτιν γεννήσας κατέπιεν, ἵνα ἀπ᾽ ἐγκεφάλου μὲν τὴν Ἀθηνᾶν ἀναφύσῃ ἐκ τῆς Μήτιδος, ἐκ δὲ τοῦ μηροῦ τὸν Διόνυσον τέκῃ, ὃν ὑπὸ Τιτάνων ἐσπαράχθαι λέγουσιν. οὐ δεῖπνον ἐπὶ τῷ Θέτιδος καὶ Πηλέως γάμῳ συντελεῖ. οὐ τὴν Ἔριν τῶν γάμων ἀπεώσατο. οὐκ αὐτὴ ἡ Ἔρις, ἀτιμασθεῖσα, μάχην καὶ στάσιν τοῖς ἑστιωμένοις ἐπενόησεν. οὐ μῆλον χρύσεον ἐκ τῶν Ἑσπερίδων κήπων λαβοῦσα ἐπέγραψεν, δῶρον τῆ καλῇ. ἔπειτα μυθολογοῦσιν ὡς Ἥρα τε καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη εὑρίσκουσι τὸ μῆλον, καὶ φιλονεικοῦσαι ἔρχονται πρὸς τὸν Δία· αἷς αὐτὸς μὲν ἐκ ἔκρινεν, δι᾽ Ἑρμοῦ δὲ πρὸς τὸν ποιμένα Πάριν κριθησομένας περὶ κάλλους ἐξέπεμψεν. ἀλλ᾽ οὔτε ἐκρίθησαν θεαί, οὔτε ὁ Πάρις τῇ Ἀφροδίτῃ τὸ μῆλον ἀπέδωκεν. οὐκ Ἀφροδίτη τιμηθεῖσα τῷ τῆς Ἑλένης αὐτὸν ἀντετίμησεν γάμῳ. οὐ γὰρ ἂν ἡ τῆς θεᾶς τιμὴ πρόφασις ἐγίνετο παμφύλου πολέμου, καὶ ταῦτα ἐπ᾽ ὀλέθρῳ τοῦ τὴν τιμὴν ἀπειληφότος καὶ ἀγχιστεύοντος τῷ τῆς Ἀφροδίτης γένει. ἀλλ᾽ ὡς ἔφην, ὦ τέκνον, ἔχει τινὰ λόγον τὰ τοιαῦτα οἰκεῖον καὶ φιλόσοφον, ἀλληγορίᾳ φρασθῆναι δυνάμενον· ὥστε σε ἀκούσαντα θαυμάσαι: κἀγὼ ἔφην· δέομαι μή με ἀναβαλλόμενος βασανίσῃς. καὶ ὅς ἔφη· μηδὲν φοβηθῇς, οὐ γὰρ ὑπερθήσομαι, ἀλλ᾽ ἄρξομαι ἤδη λέγειν.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
