Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.23
Not analysed yet
Ἀλλὰ καὶ παρ᾽ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα, ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι· ἀλλὰ τὸ πάντων γελοιότατον, ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῶα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι, τὸν δι᾽ αὐτῶν ὄντα πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν Λήδᾳ συνεσχηματισμένον, ὅν πολλοὶ Δία ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον, εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσία, ἵνα κἄν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως, καὶ ταῦτα ἀνθρώπου ὄντος, μάθωσι κολασθέντες, ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω, οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως Θεόν, ἀλλ᾽ εὐγνωμονῶν ὁμολογῶ, εἰ καὶ τί Θεὸς οὐκ οἶδα, ἀλλ᾽ οὖν γε σαφῶς ὅτι Θεὸς νομίζω εἰδέναι.