Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.25
Not analysed yet
Οὕτως ἀνάγκη τινὰ εἶναι νοεῖν ἀγέννητον τεχνίτην, ὅς τὰ στοιχεῖα ἢ διεστῶτα συνήγαγεν, ἢ συνόντα ἀλλήλοις πρὸς ζώου γένεσιν τεχνικῶς ἐκέρασεν καὶ ἕν ἐκ πάντων ἔργον ἀπετέλεσεν. ἀδύνατον γὰρ ἄνευ τινὸς νοῦ μείζονος πάνυ σοφὸν ἔργον ἀποτελεῖσθαι. οὐδὲ μὴν ἔρως εἶναι δύναται πάντων τεχνίτης, οὐκ ἐπιθυμία, οὐκ ἰσχύς, οὐκ ἄλλο τι τοιοῦτον, ἅ τινα παθητὰ συμβαίνειν καὶ ἀποβαίνειν πέφυκεν. ἀλλ᾽ οὐδὲ τὸ ὑφ᾽ ἑτέρου φερόμενόν ἐστιν θεός, οὐδέ γε τὸ ὑπὸ χρόνου ἢ φύσεως ἀλλοιούμενον καὶ εἰς τὸ μηκέτι εἶναι ἀναλυόμενον.