Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.4
Not analysed yet
Τῆς τετραγενοῦς ὕλης ἐμψύχου οὔσης, καὶ ὅλου ἀπείρου τινὸς βυθοῦ ἀεὶ ῥέοντος καὶ ἀκρίτως φερομένου, καὶ μυρίας ἀτελεῖς κράσεις εἰς ἄλλοτε ἄλλως ἐπαναχέοντος, καὶ διὰ τοῦτο αὐτὰς ἀναλύοντος τῇ ἀταξίᾳ, καὶ κεχηνότος ὡς εἰς γέννησιν ζώου δεθῆναι μὴ δυναμένου, συνέβη ποτὲ αὐτοῦ τοῦ ἀπείρου πελάγους, ὑπὸ ἰδίας φύσεως περιωθουμένου κινήσει φυσικῇ, εὐτάκτως ῥυῆναι ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, ὥσπερ ἴλιγγα, καὶ μῖξαι τὰς οὐσίας, καὶ οὕτως ἐξ ἀκουστοῦ πάντων τὸ νοστιμώτατον, ὅπερ πρὸς γέννησιν ζώου ἐπιτηδειότατον ἦν, ὥσπερ ἐν χώνῃ κατὰ μέσου ῥυῆναι τοῦ παντός, καὶ ὑπὸ τῆς πάντα φερούσης ἴλιγγος χωρῆσαι βά θος, καὶ τὸ περικείμενον πνεῦμα ἐπισπάσασθαι, καὶ ὡς εἰς γονιμώτατον συλληφθὲν ποιεῖν κριτικὴν σύστασιν. ὥσπερ γὰρ ἐν ὑγρῷ φιλεῖ γίνεσθαι πομφόλυξ, οὕτως σφαιροειδὲς πανταχόθεν συνελήφθη κύτος. ἔπειτα αὐτὸ ἐν ἑαυτῷ κυηθέν, ὑπὸ τοῦ παρειληφότος θειώδους πνεύματος ἀναφερόμενον, προέκυψεν εἰς φῶς μέγιστόν τι τοῦτο ἀποκύημα, ὡς ἄν ἐκ παντὸς τοῦ ἀπείρου βυθοῦ ἀποκεκυημένον ἔμψυχον δημιούργημα, καὶ τῇ περιφερείᾳ τῶν ὠῶν προσεοικὸς, καὶ τῷ τάχει τῆς πτήσεως.