Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.6
Not analysed yet
Τὸ μὲν οὖν πρωτοσύστατον ὠὸν ὑποθερμανθὲν ὑπὸ τοῦ ἔσωθεν ζώου ῥήγνυται, ἔπειτα δὲ μορφωθὲν προέρχεται ὁποῖόν τι καὶ Ὀρφεὺς λέγει, —κραμαίου σχισθέντος πολυχανδέος ὠοῦ. καὶ οὕτω μεγάλῃ δυνάμει αὐτοῦ τοῦ προεληλυθότος φανέντος, τὸ μὲν κύτος τὴν ἁρμονίαν λαμβάνει καὶ τὴν διακόσμησιν ἴσχει, αὐτὸς δὲ ὥσπερ ἐπ᾽ ἀκρωρείας οὐρανοῦ προκαθέζεται, καὶ ἐν ἀποῤῥήτοις τὸν ἄπειρον περιλάμπων αἰῶνα. ἡ δὲ τοῦ κύτους ἔνδοθεν γόνιμος ὑπολειφθεῖσα ὕλη, ὡς ἐν πολλῷ τῷ χρόνῳ ὑποκειμένης ἕως φυσικῆς ἱποζέουσα ἡ θερμότης, τὰς πάντων διέκρινεν οὐσίας. τὸ μὲν γὰρ κατώτερον αὐτῆς πρῶτον ὥσπερ ὑποστάθμη ὑπὸ τοῦ βάρους εἰς τὰ κάτω ὑπεχώρησεν, ὅ διὰ τὴν ὁλκότητα καὶ διὰ τὸ ἐμβριθὲς καὶ πολὺ τῆς ὑποκειμένης οὐσίας πλῆθος Πλούτωνα προσηγόρευσαν, ᾅδου τε καὶ νεκρῶν βασιλέα εἶναι ἀποφηνάμενοι.