Ancient Greek
Chapter 6
Clemens Romanus, Ὁμίλαι 6.9
Not analysed yet
Παραλαμβάνεται δὲ ἡ μὲν Ἥρα πρὸς ἀέρος εὐκρασίαν, δἰ ὅ καὶ γονιμωτάτη ἐστίν· ἡ δὲ Ἀθηνᾶ, ἥν καὶ Παλλάδα λέγουσιν, διὰ τὸ ἄκρως θερμὸν γένεσίν τινος ποιῆσαι μὴ δυναμένη, παρθένος ἐνομίσθη. ὁμοίως δὲ καὶ Ἄρτεμις ἑρμηνευομένη, ἥν εἰς τὸν κατώτατον μυχὸν τοῦ ἀέρος παραλαμβάνουσιν, καὶ δι᾽ ἀκρότητα κρύους ἄγονον οὖσαν ὁμοίως παρθένον ἐκάλεσαν. Διόνυσον δὲ ὡς φρενῶν θολοτικὸν ὀνομάζουσιν τὴν ἀπὸ τῶν ἄνω τε καὶ κάτω ἀτμῶν τὴν θολερὰν καὶ μεθύουσαν σύστασιν. τὸ δὲ κατωτέρω τῆς γῆς ὕδωρ, ἕν ὂν τῇ φύσει, καὶ διὰ πάντων τῶν χερσαίων πόρων διεῖρον, καὶ εἰς πολλὰ διαιρούμενον, ὥσπερ συγκοπτόμενον, Ὄσιριν ἐκάλεσαν. λαμβάνουσι δὲ καὶ Ἄδωνιν εἰς ὡραίους καιρούς, Ἀφροδίτην εἰς μῖξιν καὶ γένεσιν, Δήμητρα εἰς γῆν, Κόρην εἰς σπέρματα, καὶ Διόνυσόν τινες εἰς ἄμπελον.