Ancient Greek
Chapter 7
Clemens Romanus, Ὁμίλαι 7.7
Not analysed yet
Ταύτας τοίνυν τάς τε ἀγαθὰς καὶ κακὰς πράξεις εἰδὼς προμηνύω ὑμῖν ὡς ὁδοὺς δύο, ὑποδεικνύων διὰ ποίας μὲν βαδίζοντες ἀπόλλυνται, ποίᾳ δὲ ὁδεύοντες ἀποσώζονται, Θεῷ ὁδηγούμενοι. ἡ μὲν οὖν τῶν ἀπολλυμένων ὁδὸς πλατεῖα μὲν καὶ ὁμαλωτάτη, ἀπολλύουσα δὲ ἄνευ τοῦ πόνου, ἡ δὲ τῶν σωζομένων στενὴ μὲν καὶ τραχεῖα, σώζουσα δὲ πρὸς τῷ τέλει τοὺς διαπορευθέντας ἐπιπόνως. τούτων δὲ τῶν δύο ὁδῶν προκαθέζεται ἀπιστία καὶ πίστις καὶ ὁδεύουσιν διὰ μὲν ἀπιστίας οἱ τὰς ἡδονὰς προκρίναντες, δι᾽ ἅς οὐδὲ ζητεῖν τὸ συμφέρον οὐ διεφύλαξαν. ἀγνοοῦσιν μέντοι ὡς οὐκ ἀνθρωπίνοις ὅμοια τὰ Θεοῦ βουλήματα πρῶτον μὲν γὰρ οἶδεν τὰ πάντων διανοήματα, καὶ οὐκ ἐν τῷ ἐγχειρῆσαι μόνον, ἀλλὰ καὶ ἐν τῷ ἐννοῆσαι ἕκαστος εὐθύνεται. πολλῷ δὲ ἧττον ἀσεβοῦσιν οἱ ἐγχειροῦντες καλὰ νοεῖν καὶ ἀποτυγχάνοντες, τῶν μηδὲ ὅλως ἐγχειρούντων τοῖς καλοῖς. ὅτι αὐτῷ τῷ Θεῷ ἔδοξεν, τῶν ἐν γνώσει τῶν καλῶν παραπιπτόντων, κατὰ λόγον τῶν ἀνθρωπίνων παραπτωμάτων, μετρίως κολασθέντας σωθῆναι. οἱ δὲ τὴν ἀρχὴν καὶ τοῦ γνῶναι τὸ κρεῖττον ἐξημεληκότες, κἄν μυρία ἕτερα πράξωσιν καλά, ἐν ᾗ δὲ αὐτὸς ὥρισεν θρησκείᾳ μὴ γένωνται, ἀμελείας ἔγκλημα λαβόντες τῇ μεγίστῃ ἀποσβεσθήσονται κολάσει παντελεῖ.