Ancient Greek
Chapter 7
Clemens Romanus, Ὁμίλαι 7.9
Not analysed yet
Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γάρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον μάγος ἐστίν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ὑμῖν, καὶ τὰς νόσους ἐκίνησεν αὐτός, ἵνα ὑμᾶς καταπλήξῃ τε ὡς αὐτὸς ὢν Θεός. καὶ ἄλλα τοιαῦτα ὡς ὑπὲρ δύναμιν ἀνθρωπίνην δυναμένου τοῦ Πέτρου κατεψεύδοντο οἱ περὶ τὸν Σίμωνα. ἡσυχίαν δὲ αὐτῶν παρασχόντων τῶν ὄχλων ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ· ἄνδρες, εἶπεν, ἅπερ οὗτοι λέγουσιν ,Θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ, πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.