Ancient Greek
Chapter 8
Clemens Romanus, Ὁμίλαι 8.10
Not analysed yet
Ἔχει δὲ οὕτως. τοῦ μόνου ἀγαθοῦ Θεοῦ τὰ πάντα καλῶς πεποιηκότος καὶ παραδεδωκότος τῷ κατ᾽ εἰκόνα αὑτοῦ γενομένῳ ἀνθρώπῳ, ὁ γεγονὼς τῆς τοῦ πεποιηκότος αὐτὸν πνέων θειότητος, ἀληθὴς προφήτης ὤν καὶ εἰδὼς τὰ ὅλα, εἰς τιμὴν τοῦ πάντα αὐτῷ δωρησαμένου πατρὸς καὶ εἰς σωτηρίαν τῶν ἐξ αὐτοῦ γενομένων υἱῶν, ὡς πατὴρ γνήσιος πρὸς τοὺς ὑπ᾽ αὐτοῦ γενομένους παῖδας ἀποσώζων τὸ εὔνουν, βουλόμενος αὐτοὺς πρὸς τὸ συμφέρον αὐτοῖς φιλεῖν Θεὸν καὶ φιλεῖσθαι ὑπ᾽ αὐτοῦ, τὴν πρὸς φιλίαν αὐτοῦ ἄγουσαν ἐξέφηνεν ὁδόν, διδάξας ποίαις ἀνθρώπων πράξεσιν ὁ μόνος καὶ πάντων δεσπότης Θεὸς εὐφραίνεται, καὶ τὰ ἐκείνῳ δοκοῦντα ἐκφήνας νόμον αἰώνιον ὥρισεν ὅλοις, μήθ᾽ ὑπὸ πολεμίων ἐμπρησθῆναι δυνάμενον, μήθ᾽ ὑπὸ ἀσεβοῦς τινὸς ὑπονοθευόμενον, μήθ᾽ ἑνὶ τόπῳ ἀποκεκρυμμένον, ἀλλὰ πᾶσιν ἀναγνωσθῆναι δυνάμενον. ἦν οὖν αὐτοῖς ἐκ τῆς πειθαρχίας τοῦ νόμου πάντα ἄφθονα, τὰ τῶν καρπῶν κάλλιστα, τὰ τῶν ἐτῶν τέλεια καὶ ἄλυπα καὶ ἄνοσα, μετὰ πάσης τῆς τῶν ἀέρων εὐκρασίας ἀδεῶς δεδωρημένα.