# Ὁμίλαι 8.11

Clemens Romanus, Ὁμίλαι, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clemens-romanus/text-4/8.11

Οἱ δὲ ἐπεὶ μὴ πρῶτον τῶν κακῶν ἐπειράσθησαν, πρὸς τὴν τῶν ἀγαθῶν δωρεὰν ἀναισθήτως ἔχοντες ὑπὸ τῆς ἀφθόνου τροφῆς καὶ τρυφῆς εἰς ἀχαριστίαν ἐξετρέποντο , ὡς νομίσαι αὐτοὺς μήδ᾽ εἶναι πρόνοιαν, ἐπεὶ μὴ πρότερον καμόντες ἐπὶ δικαιοσύνης ὡς μισθὸν τὰ ἀγαθὰ εἰλήφεσαν, ἅτε μηδενὸς αὐτῶν ἢ πάθει τινὶ ἢ νόσῳ ἢ ἄλλῃ τινὶ ἀνάγκῃ ὑποπεσόντος· ἵνα, ὡς ἀνθρώποις φίλον ἐστὶν ὑπὸ τῆς κακῆς διαμαρτίας κακωθεῖσιν, ἑαυτοῖς τὸν ἰᾶσθαι δυνάμενον περιβλέψωνται Θεόν. ἀλλὰ γὰρ εὐθέως μετὰ τὴν ἐκ τῆς ἀφοβίας καὶ ἀδεοῦς τρυφῆς καταφρόνησιν, ὥσπερ ἐξ ἁρμονίας τινὸς ἀκολούθως ἐφηρμοσμένης, δικαία τις αὐτοῖς ἀπήντησεν τιμωρία, τὰ μὲν γὰρ ἀγαθὰ ὡς βλάψαντα ἀπωθοῦσα, τὰ δὲ κακὰ ὡς ὠφελήσαντα ἀντεισφέρουσα.

---

Clemens Romanus, Ὁμίλαι, ed. Albert Schwegler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1271.tlg006.local001/.
